Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
  2. εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,
  3. φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  4. μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
  5. μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι
  6. καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ
  7. ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
  8. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
  9. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
  10. ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα
  11. ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
  12. ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
  13. ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·
  14. ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
  15. ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
  16. παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
  17. ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
  18. εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,
  19. ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
  20. ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε