Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.
  2. ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
  3. Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
  4. Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
  5. καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  6. Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·
  7. αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,
  8. ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.
  9. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,
  10. ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.
  11. Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
  12. εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
  13. ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
  14. τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο
  15. στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,
  16. ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
  17. Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·
  18. βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι
  19. πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.
  20. παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο