Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
  2. Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
  3. Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων
  4. Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.
  5. τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
  6. οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  7. Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
  8. τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
  9. Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον
  10. υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος
  11. ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  12. Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
  13. οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο
  14. χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,
  15. ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω
  16. αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.
  17. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·
  18. Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
  19. τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
  20. καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.