Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν
  2. ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
  3. χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,
  4. οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.
  5. ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·
  6. τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
  7. λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον
  8. πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.
  9. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο
  10. καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.
  11. ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,
  12. ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·
  13. βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
  14. ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·
  15. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  16. πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,
  17. καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει
  18. Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·
  19. Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
  20. ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,