Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
  2. Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν
  3. Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου
  4. βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.
  5. ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι
  6. εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ
  7. μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·
  8. ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν
  9. ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
  10. χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
  11. Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον
  12. Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.
  13. ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,
  14. οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι
  15. εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.
  16. στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  17. Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;
  18. ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.
  19. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  20. ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,