Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
  2. τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·
  3. Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
  4. ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
  5. ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα
  6. Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·
  7. Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
  8. οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.
  9. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
  10. ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
  11. ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
  12. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
  13. νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
  14. ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,
  15. καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας
  16. νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε
  17. ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων
  18. ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,
  19. εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·
  20. τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.