Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
  2. ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
  3. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  4. κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων
  5. καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·
  6. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
  7. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
  8. βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην
  9. τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·
  10. ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,
  11. ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
  12. οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;
  13. τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
  14. Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
  15. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  16. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  17. τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  18. δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας
  19. δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.
  20. εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,