Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
  2. ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,
  3. εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
  4. ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε
  5. χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
  6. βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
  7. Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
  8. κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·
  9. ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
  10. ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
  11. λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ
  12. ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·
  13. τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
  14. ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.
  15. τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
  16. πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
  17. καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
  18. ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη
  19. ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·
  20. χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.