Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·
  2. ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
  3. χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
  4. οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
  5. τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης
  6. δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
  7. θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
  8. ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
  9. Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
  10. ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
  11. Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
  12. ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
  13. Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
  14. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  15. Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
  16. ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
  17. μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
  18. ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
  19. ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
  20. νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.