Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
  2. Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
  3. ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
  4. Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
  5. εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
  6. Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
  7. οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
  8. τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
  9. ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
  10. ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
  11. ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
  12. ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
  13. ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
  14. καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
  15. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
  16. πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
  17. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
  18. οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
  19. παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
  20. ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·