Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
  2. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
  3. τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
  4. ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
  5. ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
  6. Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
  7. σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
  8. ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
  9. οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
  10. ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
  11. Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
  12. Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
  13. πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
  14. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
  15. ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
  16. ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
  17. γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
  18. αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
  19. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
  20. ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·