Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο
  2. ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
  3. σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
  4. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
  5. Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
  6. Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
  7. οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
  8. ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ
  9. ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
  10. Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
  11. ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν
  12. ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
  13. μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
  14. ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
  15. ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
  16. ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε
  17. πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
  18. ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
  19. τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
  20. λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων