Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
  2. λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
  3. ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
  4. καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
  5. Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
  6. οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
  7. ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
  8. τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  9. κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
  10. Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων
  11. παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
  12. οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
  13. εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
  14. Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
  15. Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
  16. οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς
  17. στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ
  18. σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
  19. ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
  20. ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον