Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν
  2. αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.
  3. ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
  4. Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
  5. εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·
  6. Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
  7. Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
  8. ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
  9. ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους
  10. Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
  11. ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·
  12. τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
  13. ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
  14. Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.
  15. σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
  16. αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·
  17. τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν
  18. ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
  19. ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
  20. ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο,