Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
  2. Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
  3. πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
  4. ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
  5. ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
  6. Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
  7. ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
  8. τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε
  9. δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
  10. Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
  11. καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ
  12. χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
  13. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·
  14. Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων
  15. εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης
  16. Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
  17. καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,
  18. δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
  19. Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
  20. Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.