Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
  2. βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
  3. χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου
  4. δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
  5. ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
  6. Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
  7. ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
  8. οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
  9. Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων
  10. τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
  11. ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
  12. ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς
  13. ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
  14. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
  15. Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,
  16. ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
  17. οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
  18. ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
  19. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  20. δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις