Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  2. ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
  3. γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
  4. οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
  5. εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
  6. μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
  7. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
  8. ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
  9. ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
  10. τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.
  11. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  12. Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
  13. ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
  14. ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
  15. ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ
  16. σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
  17. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
  18. νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
  19. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
  20. Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε