Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
  • φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην
  • θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται
  • αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·
  • ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
  • μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·
  • νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
  • ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
  • οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
  • νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.
  • ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
  • ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  • οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
  • ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
  • ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.
  • ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
  • πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
  • ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
  • λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
  • ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον