Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
  2. αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·
  3. ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
  4. ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
  5. εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
  6. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
  7. ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
  8. εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
  9. ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
  10. καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
  11. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
  12. βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
  13. στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
  14. Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
  15. ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
  16. κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
  17. ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
  18. εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
  19. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
  20. ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.