Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
  2. ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
  3. αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε
  4. ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
  5. οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
  6. νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
  7. μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,
  8. ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
  9. ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·
  10. τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
  11. τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·
  12. τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
  13. πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο
  14. ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
  15. ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω
  16. ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
  17. ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
  18. τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,
  19. βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
  20. καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς