Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
  2. εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας
  3. σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
  4. οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
  5. ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς
  6. ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
  7. ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
  8. τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
  9. αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·
  10. Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
  11. ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
  12. ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
  13. καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας
  14. καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
  15. τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
  16. ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
  17. ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
  18. οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
  19. ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
  20. οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς