Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
  2. ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
  3. ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
  4. βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
  5. ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων
  6. πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
  7. ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
  8. νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
  9. ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις
  10. ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
  11. ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
  12. καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
  13. τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
  14. ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
  15. αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
  16. νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
  17. ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
  18. τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
  19. ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς
  20. νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·