Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
  2. ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  3. εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
  4. τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
  5. εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
  6. νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·
  7. οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
  8. εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον
  9. παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
  10. αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
  11. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
  12. ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
  13. ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
  14. ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν
  15. θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
  16. τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
  17. ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
  18. κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
  19. στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ
  20. πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.