Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
  2. φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
  3. ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,
  4. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
  5. ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
  6. ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,
  7. αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
  8. Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
  9. κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
  10. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
  11. Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
  12. ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
  13. δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ
  14. οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·
  15. νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  16. μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
  17. ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
  18. Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
  19. αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
  20. φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον