Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
  2. ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων
  3. ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
  4. τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο
  5. ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς
  6. σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
  7. νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους
  8. υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
  9. τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
  10. τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
  11. τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
  12. ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
  13. αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
  14. ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·
  15. ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
  16. μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
  17. οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
  18. ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
  19. Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
  20. Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.