Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
  • τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
  • ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς
  • ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.
  • ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
  • Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
  • αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς
  • ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
  • εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
  • ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
  • ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα
  • ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
  • ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν
  • ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,
  • κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
  • ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
  • πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
  • τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,
  • ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
  • πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.