Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν
  2. μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
  3. Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
  4. τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
  5. ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.
  6. Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·
  7. οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.
  8. αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
  9. ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς
  10. γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
  11. νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.
  12. εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
  13. δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
  14. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  15. τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
  16. ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε
  17. πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι
  18. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
  19. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
  20. οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·