Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
  2. φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας
  3. ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.
  4. τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
  5. τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;
  6. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  7. δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
  8. νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
  9. λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
  10. ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο
  11. ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
  12. ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε
  13. τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·
  14. ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
  15. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
  16. βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
  17. οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
  18. αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
  19. ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
  20. ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων