Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
  2. ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
  3. δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
  4. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,
  5. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  6. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  7. στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
  8. Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
  9. φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην
  10. ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
  11. ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν
  12. πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες
  13. δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.
  14. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
  15. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
  16. Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
  17. ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
  18. τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
  19. ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
  20. εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.