Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
- ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
- αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,
- ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
- ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
- δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
- Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
- ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
- ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
- ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
- φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
- εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
- ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους
- νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·
- ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ
- τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.
- Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα
- Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
- ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
- οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε
- Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
- ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
- σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,
- ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
- Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
- αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
- ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
- ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
- ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν
- Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
- Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
- καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον
- Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
- τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
- πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
- ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·
- πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη
- σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
- ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.
- ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
- καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
- εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·
- Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
- ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος
- ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
- ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
- ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς
- Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
- ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
- δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς
- ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
- τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
- τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
- ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
- ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
- ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
- ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
- υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
- ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
- στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
- πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
- τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
- θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·
- Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
- ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
- ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.
- ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
- Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι
- ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
- τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς
- θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
- Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
- κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
- τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
- αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
- νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·
- ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
- ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
- καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,
- ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,
- οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
- τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
- Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
- στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
- γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
- ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν
- τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης
- τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
- ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
- δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
- ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
- ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων
- ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
- ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
- εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
- νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
- ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
- αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
- Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
- στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
- Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
- ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
- αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων
- καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε
- καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
- ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς
- ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας
- ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·
- βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι
- νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
- οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
- οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.
- τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
- τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
- εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
- οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·
- νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
- οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
- κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
- ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,
- ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
- τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,
- παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων
- πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
- ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
- ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
- ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.
- ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
- οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
- Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
- πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
- μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
- ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
- οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
- ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
- ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.
- εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
- τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
- ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
- ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ
- σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο
- θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
- ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
- γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
- ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
- Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
- οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
- αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
- Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
- δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
- νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
- τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ
- αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
- τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
- στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
- ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο
- σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
- τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,
- ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
- ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
- διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
- καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
- πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε
- Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
- γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
- ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·
- ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
- ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
- σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
- ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
- εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
- ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,
- τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
- ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
- δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
- ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
- φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
- ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
- ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ
- ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
- αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
- ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
- ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
- αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
- Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος
- κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.
- αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
- τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
- τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
- αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
- Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
- ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ
- τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
- Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
- ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
- δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
- ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
- ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
- εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν
- Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
- ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ
- ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι
- φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·
- αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
- ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
- ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
- σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·
- ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
- Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως
- ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
- Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
- στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
- ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου
- χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
- Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
- Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
- οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
- ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
- χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
- πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
- ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
- ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
- δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
- πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης
- ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
- ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει
- Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
- Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
- ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
- οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
- εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
- παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
- ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
- τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
- μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
- αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
- ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
- ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
- βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
- ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
- ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
- αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
- βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
- μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
- νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
- Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
- Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
- Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν
- ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι
- Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
- Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
- εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
- κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα
- ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
- ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.
- ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
- μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
- ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
- στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
- νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
- ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
- αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
- ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
- ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
- αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
- ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
- Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.
- Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·
- στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
- τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς
- ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
- ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
- ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
- οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
- πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
- ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
- ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
- καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
- ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·
- ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ
- ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
- ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
- νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,
- κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες
- τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·