Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
  2. Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
  3. Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν
  4. ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι
  5. Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
  6. Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
  7. εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
  8. κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα
  9. ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
  10. ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.
  11. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
  12. μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
  13. ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
  14. στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
  15. νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
  16. ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
  17. αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
  18. ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
  19. ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
  20. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν