Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
  2. Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
  3. ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
  4. οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
  5. εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  6. παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
  7. ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
  8. τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
  9. μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
  10. αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
  11. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  12. ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
  13. βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
  14. ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
  15. ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.
  16. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
  17. αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
  18. βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
  19. μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  20. νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.