Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
  2. αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
  3. Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
  4. δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
  5. νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  6. τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ
  7. αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
  8. τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
  9. στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
  10. ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο
  11. σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
  12. τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,
  13. ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
  14. ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
  15. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  16. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
  17. πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε
  18. Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
  19. γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
  20. ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·