Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
  2. οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
  3. οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.
  4. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
  5. τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
  6. εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
  7. οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·
  8. νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
  9. οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
  10. κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
  11. ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,
  12. ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
  13. τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,
  14. παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων
  15. πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
  16. ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
  17. ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
  18. ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.
  19. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
  20. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.