Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·
  2. ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ
  3. τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.
  4. Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα
  5. Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  6. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  7. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
  8. οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε
  9. Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
  10. ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.
  11. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  12. ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
  13. σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,
  14. ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
  15. Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
  16. αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
  17. ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
  18. ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
  19. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν
  20. Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;