Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
  2. ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ
  3. πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
  4. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
  5. ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
  6. ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
  7. αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,
  8. ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
  9. ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
  10. δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
  11. Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
  12. ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
  13. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
  14. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
  15. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  16. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  17. ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
  18. φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
  19. εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
  20. ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους