Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
  2. αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
  3. ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
  4. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  5. αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
  6. ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
  7. φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
  8. πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
  9. πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,
  10. ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
  11. Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
  12. ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
  13. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
  14. τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
  15. εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο
  16. ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
  17. πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς
  18. ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
  19. λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
  20. ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας