Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
  2. τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
  3. Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
  4. ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
  5. καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
  6. οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
  7. ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
  8. φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
  9. ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
  10. νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
  11. θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
  12. αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
  13. ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
  14. αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
  15. νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
  16. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  17. τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ
  18. δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
  19. πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.