Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
  2. δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  3. πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
  4. εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
  5. ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
  6. Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
  7. αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
  8. αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
  9. μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
  10. ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
  11. ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
  12. ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
  13. κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
  14. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  15. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  16. ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
  17. ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
  18. ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
  19. Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
  20. ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.