Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
  2. ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
  3. αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
  4. ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
  5. ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,
  6. ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
  7. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη
  8. ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
  9. νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
  10. νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
  11. μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
  12. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
  13. καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς
  14. τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
  15. οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων
  16. ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
  17. τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
  18. ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
  19. Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας
  20. ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,