Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
  2. οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
  3. ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
  4. ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
  5. τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
  6. καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,
  7. αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
  8. ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
  9. ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
  10. κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
  11. ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται
  12. ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
  13. ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
  14. τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.
  15. ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
  16. ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
  17. ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
  18. γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα
  19. φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.
  20. ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης