Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
  2. τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
  3. τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
  4. δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
  5. δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους
  6. οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
  7. ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,
  8. νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
  9. ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
  10. ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
  11. φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
  12. νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
  13. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  14. ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
  15. κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
  16. ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
  17. αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
  18. ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
  19. Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  20. νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.