Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
  2. Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος
  3. μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
  4. σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν
  5. ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ
  6. ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
  7. ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
  8. ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
  9. ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,
  10. ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
  11. ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
  12. Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
  13. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  14. Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
  15. τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,
  16. φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
  17. μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
  18. καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων
  19. ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.
  20. ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.