Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
  2. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  3. ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
  4. αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
  5. ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
  6. ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
  7. Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν
  8. ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  9. παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
  10. ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
  11. θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.
  12. βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
  13. Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.
  14. τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ
  15. νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.
  16. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
  17. τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων
  18. ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς
  19. δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
  20. ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν