Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
  2. ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
  3. ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
  4. θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην
  5. ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ
  6. ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
  7. ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
  8. νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
  9. τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
  10. τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
  11. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  12. οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος
  13. αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
  14. ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο
  15. Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
  16. τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
  17. ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
  18. τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
  19. ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
  20. πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ