Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
  2. νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
  3. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  4. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  5. μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
  6. ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
  7. βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
  8. ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
  9. ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
  10. βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον
  11. ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι
  12. εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
  13. ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
  14. λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως
  15. εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
  16. αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
  17. τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
  18. λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·
  19. ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;
  20. οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο