Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
  2. οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,
  3. ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
  4. νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·
  5. τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
  6. ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
  7. ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
  8. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  9. οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει
  10. Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.
  11. ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
  12. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  13. ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
  14. διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
  15. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
  16. βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
  17. πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
  18. ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
  19. φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,
  20. ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·