Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
  2. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  3. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  4. οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
  5. ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω
  6. κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
  7. ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
  8. σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους
  9. ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα
  10. ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
  11. ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
  12. ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
  13. τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.
  14. ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
  15. νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω
  16. ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
  17. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
  18. λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
  19. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  20. ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·