Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
  2. ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
  3. Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
  4. εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
  5. τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον
  6. τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν
  7. οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.
  8. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
  9. ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
  10. κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
  11. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα
  12. εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
  13. Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν
  14. ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
  15. μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.
  16. ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
  17. ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς
  18. ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
  19. αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
  20. τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;