Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·
  2. καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
  3. λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
  4. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
  5. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  6. ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  7. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
  8. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  9. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  10. κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  11. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
  12. οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
  13. καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
  14. μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.
  15. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  16. δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
  17. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  18. καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
  19. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
  20. οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,